Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.23 Dem. 40.26 (English) >>Dem. 40.29

40.25πρὸς δὲ τούτοις φαίνεταί μου μήτηρ τὸ πρῶτον ἐκδοθεῖσα Κλεομέδοντι, οὗ φασι τὸν πατέρα Κλέωνα τῶν ὑμετέρων προγόνων στρατηγοῦντα, Λακεδαιμονίων πολλοὺς ἐν Πύλῳ ζῶντας λαβόντα, μάλιστα πάντων ἐν τῇ πόλει εὐδοκιμῆσαι· ὥστε οὔτε τὸν ἐκείνου προσῆκεν υἱὸν ἄπροικον αὐτὴν γῆμαι, οὔτε Μενέξενον καὶ Βάθυλλον εἰκός ἐστιν, αὐτούς τε οὐσίαν πολλὴν κεκτημένους καὶ Κλεομέδοντος τελευτήσαντος κομισαμένους τὴν προῖκα, ἀποστερῆσαι τὴν ἀδελφὴν τὴν ἑαυτῶν, ἀλλὰ προσθέντας αὐτοὺς ἐκδοῦναι τῷ ἡμετέρῳ πατρί, καθάπερ καὶ αὐτοὶ πρὸς ὑμᾶς καὶ οἱ ἄλλοι μεμαρτυρήκασιν. 40.26χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε πατήρ, εἴπερ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν; ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν. 40.27ἀλλʼ ἐκείνη μὲν ἔτι παῖδα μικρὸν ἐμὲ καταλιποῦσα αὐτὴ τὸν βίον ἐτελεύτησεν, δὲ τούτων μήτηρ Πλαγγὼν καὶ πρότερον καὶ μετὰ ταῦτα εὐπρεπὴς τὴν ὄψιν οὖσα ἐπλησίαζεν αὐτῷ· ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα, ἧς ἐρῶν ἐτύγχανε, τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν, διʼ ἐμὲ καὶ τὴν τετελευτηκυῖαν τοὺς ἐκ τῆς ζώσης καὶ πλησιαζούσης αὐτῷ παῖδας μὴ ποιεῖσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.23 Dem. 40.26 (English) >>Dem. 40.29

Powered by PhiloLogic